Топ за месяц!🔥
Книжки » Книги » Разная литература » Сочинения. Том 5 - Гален Клавдий 📕 - Книга онлайн бесплатно

Книга Сочинения. Том 5 - Гален Клавдий

32
0
На нашем литературном портале можно бесплатно читать книгу Сочинения. Том 5 - Гален Клавдий полная версия. Жанр: Разная литература / Медицина. Онлайн библиотека дает возможность прочитать весь текст произведения на мобильном телефоне или десктопе даже без регистрации и СМС подтверждения на нашем сайте онлайн книг knizki.com.

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 24 25 26 ... 182
Перейти на страницу:
βούλοµαι λέγειν, ἐνδείξαιτο. καὶ γὰρ καὶ τοῦτο πᾶν ἐµβληθὲν εἰς τοὺς ταλάρους οὐ πᾶν διηθεῖται, ἀλλ’ ὅσον µὲν ἂν ᾖ λεπτότερον τῆς εὐρύτητος τῶν πλοκάµων, εἰς τὸ κάταντες φέρεται καὶ τοῦτο µὲν ὀρρὸς ἐπονοµάζεται· τὸ λοιπὸν δὲ τὸ παχὺ τὸ µέλλον ἔσεσθαι τυρός, ὡς ἂν οὐ παραδεχοµένων αὐτὸ τῶν ἐν τοῖς ταλάροις πόρων, οὐ διεκπίπτει κάτω. καὶ τοίνυν, εἴπερ οὕτω µέλλει διηθεῖσθαι τῶν νεφρῶν ὁ τοῦ αἵµατος ὀρρός, ἅπαν ἐπ’ αὐτοὺς ἥκειν χρὴ τὸ αἷµα καὶ µὴ τὸ µὲν ναί, τὸ δ’ οὔ. πῶς οὖν ἔχει τὸ φαινόµενον ἐκ τῆς ἀνατοµῆς; τὸ µὲν ἕτερον µέρος τῆς κοίλης ἄνω πρὸς τὴν καρδίαν ἀναφέρεται, τὸ λοιπὸν δ’ ἐπιβαίνει τῇ ῥάχει καθ’ ὅλης αὐτῆς ἐκτεινόµενον ἄχρι τῶν σκελῶν, ὥστε τὸ µὲν ἕτερον οὐδ’ ἐγγὺς ἀφικνεῖται τῶν νεφρῶν, τὸ λοιπὸν δὲ πλησιάζει µέν, οὐ µὴν εἰς αὐτούς γε καταφύεται. ἐχρῆν δ’, εἴπερ ἔµελλεν ὡς δι’ ἠθµῶν αὐτῶν καθαρθήσεσθαι τὸ αἷµα, πᾶν ἐµπίπτειν εἰς αὐτοὺς κἄπειτα κάτω µὲν φέρεσθαι τὸ λεπτόν, ἴσχεσθαι δ’ ἄνω τὸ παχύ. νυνὶ δ’ οὐχ οὕτως ἔχει· πλάγιοι γὰρ ἑκατέρωθεν τῆς κοίλης φλεβὸς οἱ νεφροὶ κεῖνται. οὔκουν ὡς ἠθµοὶ διηθοῦσι, πεµπούσης µὲν ἐκείνης, αὐτοὶ δ’ οὐδεµίαν εἰσφερόµενοι δύναµιν, ἀλλ’ ἕλκουσι δηλονότι· τοῦτο γὰρ ἔτι λείπεται. πῶς οὖν ἕλκουσιν; εἰ µέν, ὡς ᾿Επίκουρος οἴεται τὰς ὁλκὰς ἁπάσας γίγνεσθαι κατὰ τὰς τῶν ἀτόµων ἀποπάλσεις τε καὶ περιπλοκάς, ἄµεινον ἦν ὄντως εἰπεῖν αὐτοὺς µηδ’ ἕλκειν ὅλως· πολὺ γὰρ ἂν οὕτω γε τῶν ἐπὶ τῆς ἡρακλείας λίθου µικρῷ πρόσθεν εἰρηµένων ὁ λόγος ἐξεταζόµενος εὑρεθείη γελοιότερος· ἀλλ’ ὡς῾Ιπποκράτης ἠβούλετο. λεχθήσεται δὲ σαφέστερον ἐπὶ προήκοντι τῷ λόγῳ. νυνὶ γὰρ οὐ τοῦτο πρόκειται διδάσκειν, ἀλλ’ ὡς οὔτ’ ἄλλο τι δυνατὸν εἰπεῖν αἴτιον εἶναι τῆς τῶν οὔρων διακρίσεως πλὴν τῆς ὁλκῆς τῶν νεφρῶν οὔθ’ οὕτω γίγνεσθαι τὴν ὁλκήν, ὡς οἱ µηδεµίαν οἰκείαν διδόντες τῇ φύσει δύναµιν οἴονται γίγνεσθαι. τούτου γὰρ ὁµολογηθέντος, ὡς ἔστιν ὅλως τις ἐν τοῖς ὑπὸ φύσεως διοικουµένοις δύναµις ἑλκτική, ληρώδης νοµίζοιτ’ ἂν ὁ περὶ ἀναδόσεως τροφῆς ἄλλο τι λέγειν ἐπιχειρῶν.

16. ᾿Ερασίστρατος δ’ οὐκ οἶδ’ ὅπως ἑτέραις µέν τισι δόξαις εὐήθεσιν ἀντεῖπε διὰ µακρῶν, ὑπερέβη δὲ τελέως τὴν ῾Ιπποκράτους, οὐδ’ ἄχρι τοῦ µνηµονεῦσαι µόνον αὐτῆς, ὡς ἐν τοῖς περὶ καταπόσεως ἐποίησεν, ἀξιώσας. ἐν ἐκείνοις µὲν γὰρ ἄχρι τοσούτου φαίνεται µνηµονεύων, ὡς τοὔνοµ’ εἰπεῖν τῆς ὁλκῆς µόνον ὧδέ πως γράφων· “ὁλκὴ µὲν οὖν τῆς κοιλίας οὐδεµία φαίνεται εἶναι”· περὶ δὲ τῆς ἀναδόσεως τὸν λόγον ποιούµενος οὐδ’ ἄχρι συλλαβῆς µιᾶς ἐµνηµόνευσε τῆς ῾Ιπποκρατείου δόξης. καίτοι γ’ ἐπήρκεσεν ἂν ἡµῖν, εἰ καὶ τοῦτ’ ἔγραψε µόνον, ὡς ῾Ιπποκράτης εἰπὼν ‘σάρκες ὁλκοὶ καὶ ἐκ κοιλίης καὶ ἔξωθεν’ ψεύδεται· οὔτε γὰρ ἐκ τῆς κοιλίας οὔτ’ ἔξωθεν ἕλκειν δύνανται. εἰ δὲ καὶ ὅτι µήτρας αἰτιώµενος ἄρρωστον αὐχένα κακῶς εἶπεν “οὐ γὰρ δύναται αὐτέης ὁ στόµαχος εἰρύσαι τὴν γονήν” ἢ εἰ καί τι τοιοῦτον ἄλλο γράφειν ὁ ᾿Ερασίστρατος ἠξίωσε, τότ’ ἂν καὶ ἡµεῖς πρὸς αὐτὸν ἀπολογούµενοι εἴποµεν· ὦ γενναῖε, µὴ ῥητορικῶς ἡµῶν κατάτρεχε χωρὶς ἀποδείξεως, ἀλλ’ εἰπέ τινα κατηγορίαν τοῦ δόγµατος, ἵν’ ἢ πεισθῶµέν σοι ὡς καλῶς ἐξελέγχοντι τὸν παλαιὸν λόγον ἢ µεταπείσωµεν ὡς ἀγνοοῦντα. καίτοι τί λέγω ῥητορικῶς; µὴ γάρ, ἐπειδή τινες τῶν ῥητόρων, ἃ µάλιστ’ ἀδυνατοῦσι διαλύεσθαι, ταῦτα διαγελάσαντες οὐδ’ ἐπιχειροῦσιν ἀντιλέγειν, ἤδη που τοῦτο καὶ ἡµεῖς ἡγώµεθ’ εἶναι τὸ ῥητορικῶς· τὸ γὰρ διὰ λόγου πιθανοῦ ἐστι τὸ ῥητορικῶς, τὸ δ’ ἄνευ λόγου βωµολοχικόν, οὐ ῥητορικόν. οὔκουν οὔτε ῥητορικῶς οὔτε διαλεκτικῶς ἀντεῖπεν ὁ ᾿Ερασίστρατος ἐν τῷ περὶ τῆς καταπόσεως λόγῳ. τί γάρ φησιν; ‘ὁλκὴ µὲν οὖν τῆς κοιλίας οὐδεµία φαίνεται εἶναι’. πάλιν οὖν αὐτῷ παρ’ ἡµῶν ἀντιµαρτυρῶν ὁ αὐτὸς λόγος ἀντιπαραβαλλέσθω· περιστολὴ µὲν οὖν τοῦ στοµάχου οὐδεµία φαίνεται εἶναι. καὶ πῶς οὐ φαίνεται; τάχ’ ἂν ἴσως εἴποι τις τῶν ἀπ’ αὐτοῦ· τὸ γὰρ ἀεὶ τῶν ἄνωθεν αὐτοῦ µερῶν συστελλοµένων διαστέλλεσθαι τὰ κάτω πῶς οὐκ ἔστι τῆς περιστολῆς ἐνδεικτικόν; αὖθις οὖν ἡµεῖς, καὶ πῶς οὐ φαίνεται, φήσοµεν, ἡ τῆς κοιλίας ὁλκή; τὸ γὰρ ἀεὶ τῶν κάτωθεν µερῶν τοῦ στοµάχου διαστελλοµένων συστέλλεσθαι τὰ ἄνω πῶς οὐκ ἔστι τῆς ὁλκῆς ἐνδεικτικόν; εἰ δὲ σωφρονήσειέ ποτε καὶ γνοίη τὸ φαινόµενον τοῦτο µηδὲν µᾶλλον τῆς ἑτέρας τῶν δοξῶν ὑπάρχειν ἐνδεικτικὸν ἀλλ’ ἀµφοτέρων εἶναι κοινόν, οὕτως ἂν ἤδη δείξαιµεν αὐτῷ τὴν ὀρθὴν ὁδὸν τῆς τοῦ ἀληθοῦς εὑρέσεως. ἀλλὰ περὶ µὲν τῆς κοιλίας αὖθις. ἡ δὲ τῆς τροφῆς ἀνάδοσις οὐδὲν δεῖται τῆς πρὸς τὸ κενούµενον ἀκολουθίας ἅπαξ γε τῆς ἑλκτικῆς δυνάµεως ἐπὶ τῶν νεφρῶν ὡµολογηµένης, ἣν καίτοι πάνυ σαφῶς ἀληθῆ γιγνώσκων ὑπάρχειν ὁ ᾿Ερασίστρατος οὔτ’ ἐµνηµόνευσεν οὔτ’ ἀντεῖπεν οὔθ’ ὅλως ἀπεφήνατο, τίν’ ἔχει δόξαν ὑπὲρ τῆς τῶν οὔρων διακρίσεως. ἢ διὰ τί προειπὼν εὐθὺς κατ’ ἀρχὰς τῶν καθ’ ὅλου λόγων, ὡς ὑπὲρ τῶν φυσικῶν ἐνεργειῶν ἐρεῖ, πρῶτον τίνες τ’ εἰσὶ καὶ πῶς γίγνονται καὶ διὰ τίνων τόπων, ἐπὶ τῆς τῶν οὔρων διακρίσεως, ὅτι µὲν διὰ νεφρῶν, ἀπεφήνατο, τὸ δ’ ὅπως γίγνεται παρέλιπε; µάτην οὖν ἡµᾶς καὶ περὶ τῆς πέψεως ἐδίδαξεν, ὅπως γίγνεται, καὶ περὶ τῆς τοῦ χολώδους περιττώµατος διακρίσεως κατατρίβει. ἤρκει γὰρ εἰπεῖν κἀνταῦθα τὰ µόρια, δι’ ὧν γίγνεται, τὸ δ’ ὅπως παραλιπεῖν. ἀλλὰ περὶ µὲν ἐκείνων εἶχε λέγειν, οὐ µόνον δι’ ὧν ὀργάνων ἀλλὰ καὶ καθ’ ὅντινα γίγνεται τρόπον, ὥσπερ οἶµαι καὶ περὶ τῆς ἀναδόσεως· οὐ γὰρ ἤρκεσεν εἰπεῖν αὐτῷ µόνον, ὅτι διὰ φλεβῶν, ἀλλὰ καὶ πῶς ἐπεξῆλθεν, ὅτι τῇ πρὸς τὸ κενούµενον ἀκολουθίᾳ· περὶ δὲ τῶν οὔρων τῆς διακρίσεως, ὅτι µὲν διὰ νεφρῶν γίγνεται, γράφει, τὸ δ’ ὅπως οὐκέτι προστίθησιν. οὐδὲ γὰρ οἶµαι τῇ πρὸς τὸ κενούµενον ἀκολουθίᾳ ἦν εἰπεῖν· οὕτω γὰρ ἂν οὐδεὶς ὑπ’ ἰσχουρίας ἀπέθανεν οὐδέποτε µὴ δυναµένου πλείονος ἐπιρρυῆναί ποτε παρὰ τὸ κενούµενον· ἄλλης γὰρ αἰτίας µηδεµιᾶς προστεθείσης, ἀλλὰ µόνης τῆς πρὸς τὸ κενούµενον ἀκολουθίας ποδηγούσης τὸ συνεχές, οὐκ ἐγχωρεῖ πλέον ἐπιρρυῆναί ποτε τοῦ κενουµένου. ἀλλ’ οὐδ’ ἄλλην τινὰ προσθεῖναι πιθανὴν αἰτίαν εἶχεν, ὡς ἐπὶ τῆς ἀναδόσεως τὴν ἔκθλιψιν τῆς γαστρός. ἀλλ’ αὕτη γ’ ἐπὶ τοῦ κατὰ τὴν κοίλην αἵµατος ἀπωλώλει τελέως, οὐ τῷ· µήκει µόνον τῆς ἀποστάσεως ἐκλυθεῖσα, ἀλλὰ καὶ τῷ τὴν καρδίαν ὑπερκειµένην ἐξαρπάζειν αὐτῆς σφοδρῶς καθ’ ἑκάστην διαστολὴν οὐκ ὀλίγον αἷµα. µόνη δή τις ἔτι καὶ πάντων ἔρηµος ἀπελείπετο τῶν σοφισµάτων ἐν τοῖς κάτω τῆς κοίλης ἡ πρὸς τὸ κενούµενον ἀκολουθία, διά τε τοὺς ἐπὶ ταῖς ἰσχουρίαις ἀποθνήσκοντας ἀπολωλεκυῖα τὴν πιθανότητα καὶ διὰ τὴν τῶν νεφρῶν θέσιν οὐδὲν ἧττον. εἰ µὲν γὰρ ἅπαν ἐπ’ αὐτοὺς ἐφέρετο τὸ αἷµα, δεόντως ἄν τις ἅπαν ἔφασκεν αὐτὸ καθαίρεσθαι. νυνὶ δέ, οὐ γὰρ ὅλον ἀλλὰ τοσοῦτον αὐτοῦ

1 ... 24 25 26 ... 182
Перейти на страницу:

Внимание!

Сайт сохраняет куки вашего браузера. Вы сможете в любой момент сделать закладку и продолжить прочтение книги «Сочинения. Том 5 - Гален Клавдий», после закрытия браузера.

Комментарии и отзывы (0) к книге "Сочинения. Том 5 - Гален Клавдий"