Топ за месяц!🔥
Книжки » Книги » Разная литература » Сочинения. Том 5 - Гален Клавдий 📕 - Книга онлайн бесплатно

Книга Сочинения. Том 5 - Гален Клавдий

32
0
На нашем литературном портале можно бесплатно читать книгу Сочинения. Том 5 - Гален Клавдий полная версия. Жанр: Разная литература / Медицина. Онлайн библиотека дает возможность прочитать весь текст произведения на мобильном телефоне или десктопе даже без регистрации и СМС подтверждения на нашем сайте онлайн книг knizki.com.

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 23 24 25 ... 182
Перейти на страницу:
πρὸς τὰς ἀρχὰς ἀκολουθίαν τῶν τοιούτων δογµάτων ἀκριβῶς ἂν ἐκµάθοι καὶ τὴν πρὸς τὰ φαινόµενα µάχην. ὁ µὲν οὖν ᾿Επίκουρος τὰ φαινόµενα φυλάττειν βουλόµενος ἀσχηµονεῖ φιλοτιµούµενος ἐπιδεικνύειν αὐτὰ ταῖς ἀρχαῖς ὁµολογοῦντα· ὁ δ’ ᾿Ασκληπιάδης τὸ µὲν ἀκόλουθον ταῖς ἀρχαῖς φυλάττει, τοῦ φαινοµένου δ’ οὐδὲν αὐτῷ µέλει. ὅστις οὖν βούλεται τὴν ἀτοπίαν ἐξελέγχειν τῶν ὑποθέσεων, εἰ µὲν πρὸς ᾿Ασκληπιάδην ὁ λόγος αὐτῷ γίγνοιτο, τῆς πρὸς τὸ φαινόµενον ὑποµιµνησκέτω µάχης· εἰ δὲ πρὸς ᾿Επίκουρον, τῆς πρὸς τὰς ἀρχὰς διαφωνίας. αἱ δ’ ἄλλαι σχεδὸν αἱρέσεις αἱ τῶν ὁµοίων ἀρχῶν ἐχόµεναι τελέως ἀπέσβησαν, αὗται δ’ ἔτι µόναι διαρκοῦσιν οὐκ ἀγεννῶς. καίτοι τὰ µὲν ᾿Ασκληπιάδου Μηνόδοτος ὁ ἐµπειρικὸς ἀφύκτως ἐξελέγχει, τήν τε πρὸς τὰ φαινόµενα µάχην ὑποµιµνήσκων αὐτὸν καὶ τὴν πρὸς ἄλληλα· τὰ δ’ ᾿Επικούρου πάλιν ὁ ᾿Ασκληπιάδης ἐχόµενος ἀεὶ τῆς ἀκολουθίας, ἧς ἐκεῖνος οὐ πάνυ τι φαίνεται φροντίζων. ἀλλ’ οἱ νῦν ἄνθρωποι, πρὶν καὶ ταύτας ἐκµαθεῖν τὰς αἱρέσεις καὶ τὰς ἄλλας τὰς βελτίους κἄπειτα χρόνῳ πολλῷ κρῖναί τε καὶ βασανίσαι τὸ καθ’ ἑκάστην αὐτῶν ἀληθές τε καὶ ψεῦδος, οἱ µὲν ἰατροὺς ἑαυτούς, οἱ δὲ φιλοσόφους ὀνοµάζουσι µηδὲν εἰδότες. οὐδὲν οὖν θαυµαστὸν ἐπίσης τοῖς ἀληθέσι τὰ ψευδῆ τετιµῆσθαι. ὅτῳ γὰρ ἂν ἕκαστος πρώτῳ περιτύχῃ διδασκάλῳ, τοιοῦτος ἐγένετο, µὴ περιµείνας µηδὲν ἔτι παρ’ ἄλλου µαθεῖν. ἔνιοι δ’ αὐτῶν, εἰ καὶ πλείοσιν ἐντύχοιεν, ἀλλ’ οὕτω γ’ εἰσὶν ἀσύνετοί τε καὶ βραδεῖς τὴν διάνοιαν, ὥστε καὶ γεγηρακότες οὔπω συνιᾶσιν ἀκολουθίαν λόγου. πάλαι δὲ τοὺς τοιούτους ἐπὶ τὰς βαναύσους ἀπέλυον τέχνας. ἀλλὰ ταῦτα µὲν ἐς ὅ τι τελευτήσει θεὸς οἶδεν. ἡµεῖς δ’ ἐπειδή, καίτοι φεύγοντες ἀντιλέγειν τοῖς ἐν αὐταῖς ταῖς ἀρχαῖς εὐθὺς ἐσφαλµένοις, ὅµως ἠναγκάσθηµεν ὑπ’ αὐτῆς τῶν πραγµάτων τῆς ἀκολουθίας εἰπεῖν τινα καὶ διαλεχθῆναι πρὸς αὐτούς, ἔτι καὶ τοῦτο προσθήσοµεν τοῖς εἰρηµένοις, ὡς οὐ µόνον τὰ καθαίροντα φάρµακα πέφυκεν ἐπισπᾶσθαι τὰς οἰκείας ποιότητας ἀλλὰ καὶ τὰ τοὺς σκόλοπας ἀνάγοντα καὶ τὰς τῶν βελῶν ἀκίδας εἰς πολὺ βάθος σαρκὸς ἐµπεπαρµένας ἐνίοτε. καὶ µέντοι καὶ ὅσα τοὺς ἰοὺς τῶν θηρίων ἢ τοὺς ἐµπεφαρµαγµένους τοῖς βέλεσιν ἀνέλκει, καὶ ταῦτα τὴν αὐτὴν ταῖς ἡρακλείαις λίθοις ἐπιδείκνυται δύναµιν. ἔγωγ’ οὖν οἶδά ποτε καταπεπαρµένον ἐν ποδὶ νεανίσκου σκόλοπα τοῖς µὲν δακτύλοις ἕλκουσιν ἡµῖν βιαίως οὐκ ἀκολουθήσαντα, φαρµάκου δ’ ἐπιτεθέντος ἀλύπως τε καὶ διὰ ταχέων ἀνελθόντα. καίτοι καὶ πρὸς τοῦτό τινες ἀντιλέγουσι φάσκοντες, ὅταν ἡ φλεγµονὴ λυθῇ τοῦ µέρους, αὐτόµατον ἐξιέναι τὸν σκόλοπα πρὸς οὐδενὸς ἀνελκόµενον. ἀλλ’ οὗτοί γε πρῶτον µὲν ἀγνοεῖν ἐοίκασιν, ὡς ἄλλα µέν ἐστι φλεγµονῆς, ἄλλα δὲ τῶν οὕτω καταπεπαρµένων ἑλκτικὰ φάρµακα· καίτοι γ’ εἴπερ ἀφλεγµάντων γενοµένων ἐξεκρίνετο τὰ παρὰ φύσιν, ὅσα φλεγµονῆς ἐστι λυτικά, ταῦτ’ εὐθὺς ἂν ἦν κἀκείνων ἑλκτικά· δεύτερον δ’, ὃ καὶ µᾶλλον ἄν τις θαυµάσειεν, ὡς οὐ µόνον ἄλλα µὲν τοὺς σκόλοπας, ἄλλα δὲ τοὺς ἰοὺς ἐξάγει φάρµακα, ἀλλὰ καὶ αὐτῶν τῶν τοὺς ἰοὺς ἑλκόντων τὰ µὲν τὸν τῆς ἐχίδνης, τὰ δὲ τὸν τῆς τρυγόνος, τὰ δ’ ἄλλου τινὸς ἐπισπᾶται καὶ σαφῶς ἔστιν ἰδεῖν τοῖς φαρµάκοις ἐπικειµένους αὐτούς. ἐνταῦθ’ οὖν [πάλιν] ᾿Επίκουρον µὲν ἐπαινεῖν χρὴ τῆς πρὸς τὸ φαινόµενον αἰδοῦς, µέµφεσθαι δὲ τὸν λόγον τῆς αἰτίας. ὃν γὰρ ἡµεῖς ἕλκοντες τοῖς δακτύλοις οὐκ ἀνηγάγοµεν σκόλοπα, τοῦτον ὑπὸ τῶν σµικρῶν ἐκείνων ἀνέλκεσθαι ψηγµάτων, πῶς οὐ παντάπασιν ἄτοπον εἶναι χρὴ νοµίζειν; ἆρ’ οὖν ἤδη πεπείσµεθα τῶν ὄντων ἑκάστῳ δύναµίν τιν’ ὑπάρχειν, ᾗ τὴν οἰκείαν ἕλκει ποιότητα, τὸ µὲν µᾶλλον, τὸ δ’ ἧττον; ἢ καὶ τὸ τῶν πυρῶν ἔτι παράδειγµα προχειρισόµεθα τῷ λόγῳ; φανήσονται γὰρ οἶµαι καὶ τῶν γεωργῶν αὐτῶν ἀµαθέστεροι [καὶ ἀνοητότεροι] περὶ τὴν φύσιν οἱ µηδὲν ὅλως ὑπὸ µηδενὸς ἕλκεσθαι συγχωροῦντες· ὡς ἔγωγε πρῶτον µὲν ἀκούσας τὸ γιγνόµενον ἐθαύµασα καὶ αὐτὸς ἠβουλήθην αὐτόπτης αὐτοῦ καταστῆναι. µετὰ ταῦτα δέ, ὡς καὶ τὰ τῆς πείρας ὡµολόγει, τὴν αἰτίαν σκοπούµενος ἐν παµπόλλῳ χρόνῳ κατὰ πάσας τὰς αἱρέσεις οὐδεµίαν ἄλλην εὑρεῖν οἷός τ’ ἦν οὐδ’ ἄχρι τοῦ πιθανοῦ προϊοῦσαν ἀλλὰ καταγελάστους τε καὶ σαφῶς ἐξελεγχοµένας τὰς ἄλλας ἁπάσας πλὴν τῆς τὴν ὁλκὴν πρεσβευούσης. ἔστι δὲ τὸ γιγνόµενον τοιόνδε. κατακοµίζοντες οἱ παρ’ ἡµῖν γεωργοὶ τοὺς ἐκ τῶν ἀγρῶν πυροὺς εἰς τὴν πόλιν ἐν ἁµάξαις τισίν, ὅταν ὑφελέσθαι βουληθῶσιν, ὥστε µὴ φωραθῆναι, κεράµι’ ἄττα πληρώσαντες ὕδατος µέσοις αὐτοῖς ἐνιστᾶσιν. ἕλκοντες οὖν ἐκεῖνοι διὰ τοῦ κεραµίου τὸ ὑγρὸν εἰς αὑτοὺς ὄγκον µὲν καὶ βάρος προσκτῶνται, κατάδηλοι δ’ οὐ πάνυ γίγνονται τοῖς ὁρῶσιν, εἰ µή τις προπεπυσµένος ἤδη περιεργότερον ἐπισκοποῖτο. καίτοι γ’ εἰ βουληθείης ἐν ἡλίῳ καταθεῖναι πάνυ θερµῷ ταὐτὸν ἀγγεῖον, ἐλάχιστον παντελῶς εὑρήσεις τὸ δαπανώµενον ἐφ’ ἑκάστης ἡµέρας. οὕτως ἄρα καὶ τῆς ἡλιακῆς θερµασίας τῆς σφοδρᾶς ἰσχυροτέραν οἱ πυροὶ δύναµιν ἔχουσιν ἕλκειν εἰς ἑαυτοὺς τὴν πλησιάζουσαν ὑγρότητα. λῆρος οὖν ἐνταῦθα µακρὸς ἡ πρὸς τὸ λεπτοµερὲς φορὰ τοῦ περιέχοντος ἡµᾶς ἀέρος καὶ µάλισθ’ ὅταν ἱκανῶς ᾖ θερµός, πολὺ µὲν ὑπάρχοντος ἢ κατὰ τοὺς πυροὺς λεπτοµερεστέρου, δεχοµένου δ’ οὐδὲ τὸ δέκατον µέρος τῆς εἰς ἐκείνους µεταλαµβανοµένης ὑγρότητος.

15. ᾿Επεὶ δ’ ἱκανῶς ἠδολεσχήσαµεν οὐχ ἑκόντες, ἀλλ’, ὡς ἡ παροιµία φησί, µαινοµένοις ἀναγκασθέντες συµµανῆναι, πάλιν ἐπὶ τὴν τῶν οὔρων ἐπανέλθωµεν διάκρισιν, ἐν ᾗ τῶν µὲν ᾿Ασκληπιάδου λήρων ἐπιλαθώµεθα, µετὰ δὲ τῶν πεπεισµένων διηθεῖσθαι τὰ οὖρα διὰ τῶν νεφρῶν, τίς ὁ τρόπος τῆς ἐνεργείας ἐστίν, ἐπισκεψώµεθα· πάντως γὰρ ἢ ἐξ αὑτῶν ἐπὶ τοὺς νεφροὺς φέρεται τὰ οὖρα τοῦτο βέλτιον εἶναι νοµίζοντα, καθάπερ ἡµεῖς, ὁπόταν εἰς τὴν ἀγορὰν ἀπίωµεν· ἤ, εἰ τοῦτ’ ἀδύνατον, ἕτερόν τι χρὴ τῆς φορᾶς αὐτῶν ἐξευρεῖν αἴτιον. τί δὴ τοῦτ’ ἔστιν; εἰ γὰρ µὴ τοῖς νεφροῖς δώσοµέν τινα δύναµιν ἑλκτικὴν τῆς τοιαύτης ποιότητος, ὡς ῾Ιπποκράτης ἐνόµιζεν, οὐδὲν ἕτερον ἐξευρήσοµεν. ὅτι µὲν γὰρ ἤτοι τούτους ἕλκειν αὐτὸ προσῆκεν ἢ τὰς φλέβας πέµπειν, εἴπερ γε µὴ ἐξ ἑαυτοῦ φέρεται, παντί που δῆλον. ἀλλ’ εἰ µὲν αἱ φλέβες περιστελλόµεναι προωθοῖεν, οὐκ ἐκεῖνο µόνον, ἀλλὰ σὺν αὐτῷ καὶ τὸ πᾶν αἷµα τὸ περιεχόµενον ἐν ἑαυταῖς εἰς τοὺς νεφροὺς ἐκθλίψουσιν· εἰ δὲ τοῦτ’ ἀδύνατον, ὡς δείξοµεν, λείπεται τοὺς νεφροὺς ἕλκειν. πῶς οὖν ἀδύνατον τοῦτο; τῶν νεφρῶν ἡ θέσις ἀντιβαίνει. οὐ γὰρ δὴ οὕτω γ’ ὑπόκεινται τῇ κοίλῃ φλεβὶ καθάπερ τοῖς ἐξ ἐγκεφάλου περιττώµασιν ἔν τε τῇ ῥινὶ καὶ κατὰ τὴν ὑπερῴαν οἱ τοῖς ἠθµοῖς ὅµοιοι πόροι, ἀλλ’ ἑκατέρωθεν αὐτῇ παράκεινται. καὶ µήν, εἴπερ ὁµοίως τοῖς ἠθµοῖς ὅσον ἂν ᾖ λεπτότερον καὶ τελέως ὀρρῶδες, τοῦτο µὲν ἑτοίµως διαπέµπουσι, τὸ δὲ παχύτερον ἀποστέγουσιν, ἅπαν ἐπ’ αὐτοὺς ἰέναι χρὴ τὸ αἷµα τὸ περιεχόµενον ἐν τῇ κοίλῃ φλεβί, καθάπερ εἰς τοὺς τρυγητοὺς ὁ πᾶς οἶνος ἐµβάλλεται. καὶ µέν γε καὶ τὸ τοῦ γάλακτος τοῦ τυρουµένου παράδειγµα σαφῶς ἄν, ὃ

1 ... 23 24 25 ... 182
Перейти на страницу:

Внимание!

Сайт сохраняет куки вашего браузера. Вы сможете в любой момент сделать закладку и продолжить прочтение книги «Сочинения. Том 5 - Гален Клавдий», после закрытия браузера.

Комментарии и отзывы (0) к книге "Сочинения. Том 5 - Гален Клавдий"