Топ за месяц!🔥
Книжки » Книги » Разная литература » Сочинения. Том 5 - Гален Клавдий 📕 - Книга онлайн бесплатно

Книга Сочинения. Том 5 - Гален Клавдий

30
0
На нашем литературном портале можно бесплатно читать книгу Сочинения. Том 5 - Гален Клавдий полная версия. Жанр: Разная литература / Медицина. Онлайн библиотека дает возможность прочитать весь текст произведения на мобильном телефоне или десктопе даже без регистрации и СМС подтверждения на нашем сайте онлайн книг knizki.com.

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 113 114 115 ... 182
Перейти на страницу:
αὖ πάλιν ἐκεῖνο δεῖται προανεγνωσµένων αὐτὸ δηλώσει. θαυµαζέτω δὲ µηδεὶς εἰ τοσούτων δεόµεθα πρὸς τὸ καλῶς ἐπισκέψασθαι περὶ φλεβοτοµίας. οὐ γὰρ εἰς τούτου µόνου τοῦ βοηθήµατος εὕρεσιν, ἀλλὰ καὶ τὴν τῶν ἄλλων ἁπάντων ἀναγκαία τῶν εἰρηµένων ἐστὶν ἡ γνῶσις. ὡς εἴ γε χωρὶς τῆς ἐκείνων ἐπιστήµης ἐνεχώρει θεραπεύειν ὀρθῶς, οὐκ ἂν ἐσπουδάσαµεν αὐτά. ταυτὶ µὲν οὖν ἀναγκαῖα ἦν προειπεῖν. αὐτοῦ δ’ ἤδη καιρὸς ἄρξασθαι τοῦ λόγου σκοπουµένοις ὁπόσαι διαθέσεις εἰσὶν αἱ δεόµεναι κενώσεως. ἐὰν µὲν οὖν ἐκ πείρας τις αὐτὰς ἠθροικὼς διέρχηται, µνήµης χρεία µόνης ἐστὶ πρὸς τὴν δήλωσιν· ἐὰν δ’ ἐκ λογικῆς ὁδοῦ, τὸ κοινὸν καὶ καθόλου ἀναγκαῖόν ἐστιν εὑρεῖν, ἔπειτ’ ἐκ τῆς ἐκείνου τοµῆς εἰς εἴδη τε καὶ διαφορὰς ἄχρι τῶν ἐσχάτων εἰδῶν εὑρίσκειν τὸν ἀριθµὸν τῶν ἐνδεικνυµένων τὴν κένωσιν διαθέσεων. οὕτω γὰρ δείξοµεν ἅπαντα συνιστάµενα τὰ διὰ λογικῆς ὁδοῦ τὴν εὕρεσιν ἔχοντα.

4. Τῆς οὖν ἰατρικῆς τέχνης ἔργον ἐχούσης ἁπάσας τῶν µορίων τοῦ σώµατος τὰς κατὰ φύσιν ἐνεργείας ἀνασώζειν µὲν ὁπότε διαφθείροιτο, φυλάττειν δ’ ὁπότε σώζοιντο, τούτων δ’ ἑποµένων τῇ φυσικῇ κατασκευῇ, ταύτην ἀναγκαῖον ἐστι φυλάττειν τε παροῦσαν, ἀνακτᾶσθαι δὲ διαφθειροµένην. ἐπεὶ τοίνυν ἐδείχθησαν ὑπὸ τῶν ὁµοιοµερῶν σωµάτων αἱ πρῶται τῶν ἐνεργειῶν ἐπιτελούµεναι, διὰ δὲ τῶν ὀργανικῶν αἱ δεύτεραι, ἐπισκεπτέον ἔστω σοι τὰ κατὰ τὸ σῶµα περιεχόµενα τῶν ὑγρῶν ἥντινα τὴν ὠφέλειαν ἢ τὴν βλάβην ἐργάζεται τοῖς µορίοις αὐτοῦ. δεδειγµένου τοίνυν ἐν τῷ περὶ πλήθους βιβλίῳ διττῶς γίνεσθαί τε καὶ λέγεσθαι τὸ πολὺ, κατὰ µὲν τὸ ἕτερον τῶν σηµαινοµένων ὡς πρὸς τὴν δύναµιν, κατὰ δὲ θάτερον ὡς πρὸς τὴν εὐρυχωρίαν τῶν περιεχόντων τοὺς χυµοὺς ἀγγείων, ὅπερ ὀνοµάζουσιν ἔνιοι κατὰ τὸ ἔγχυµα, κενώσεως δέ ἐστιν ἑκατέρῳ χρεία, κᾂν ἐπὶ νοσοῦντος ἀνθρώπου κᾂν ἐπὶ ὑγιαίνοντος ἐπιγίγνηται. καθάπερ γε καὶ ὁ τὸ φορτίον βαστάζων οὐκ εὐθὺς ἅµα τῷ βαρύνεσθαί τε καὶ κάµνειν ἤδη καταπέπτωκέ τε καὶ νενίκηται πρὸς αὐτοῦ, κατὰ τὸν αὐτὸν τρόπον, ὅταν ἡ δύναµις ὑπὸ πλήθους βαρύνηται, δυνατόν ἐστι µηδέπω νοσεῖν τὸν ἄνθρωπον. εἰ γοῦν ἔνιοι τῶν ἔτι τὰς συνήθεις πράξεις πραττόντων λέγουσιν ὡς αἰσθάνονται βαρέων ἑαυτῶν καὶ νοθρῶν καὶ ὀκνηρῶν καὶ δυσκινήτων, αὐτὸ τοῦτό ἐστι τὸ πλῆθος τὸ πρὸς τὴν δύναµιν, ὥσπερ καὶ ὅταν ἀπὸ γυµνασίων τετάσθαι δοκῶσιν, ὥσπερ ᾿Ερασίστρατος ἔφη, παραπίπρανται βραχίονές τε καὶ πήχεις, οὐ µικρὸν γνώρισµά ἐστι θατέρου πλήθους, ὃ κατὰ τὸ ἔγχυµα καλεῖσθαι πρὸς τινῶν εἶπον, ἐπειδὴ κατὰ τοὺς ἐγκεχυµένους τοῖς ἀγγείοις χυµοὺς συνίσταται καὶ νοεῖται. λέλεκται δ’ ἐν τοῖς ὑγιεινοῖς ἑλκώδους αἰσθήσεως ἐν ὅλῳ τῷ σώµατι γιγνοµένης, καὶ µάλιστα κατὰ τὰς κινήσεις, κακοχυµίας ἔγγονον εἶναι τὴν τοιαύτην διάθεσιν. ἀλλ’ ὅµως καὶ τοῦτο φαίνεται γιγνόµενον οὐκ ὀλίγοις τῶν πραττόντων ἔτι τὰς συνήθεις πράξεις. καὶ κατὰ µόρια δέ τινα τοῦ σώµατος οὐχ ὅλον ἐνίοτε τὸν ὄγκον ἐπιφαίνεται τὰ σηµεῖα τῶν ἐν ἐκείνοις τοῖς µορίοις ὁµοίων διαθέσεων, ὁποῖαι τοίνυν εἴρηνται καθ’ ὅλον τὸ σῶµα συνίστασθαι. κεφαλῆς γοῦν µόνης αἰσθανόµεθα ποτὲ βαρυνοµένης ἢ ἑλκώδη τινὰ αἴσθησιν ἐχούσης, ἢ τῶν κροταφιτῶν µυῶν τεινοµένων ἤτοι γ’ ἁπλῶς ἢ µετὰ θερµασίας πλείονος. οὕτω δὲ καὶ καθ’ ἧπάρ τε καὶ σπλῆνα καὶ γαστέρα καὶ πλευρὰς καὶ διάφραγµα βάρους αἰσθανόµεθα πολλάκις. ὡσαύτως δὲ καὶ κατὰ τὸ στόµα τῆς γαστρὸς ἤτοι βάρους, ἢ δήξεως, ἢ ναυτίας, ἢ ἀποστροφῆς σιτίων, ἢ ὀρέξεως παραλόγου γίνεταί ποτ’ αἴσθησις, πρὸς τούτοις καὶ ὀδύναι καθ’ ὁτιοῦν ἐρείδουσαι µόριον, ἢ διὰ χυµῶν πλῆθος ἀθρόως ἐπενεχθὲν ἢ διὰ πνεῦµα φυσῶδες ἐνδείκνυται κένωσιν, ὥσπέρ γε καὶ διὰ χυµὸν δριµὺν ἐσθίοντά τε καὶ διαβιβρώσκοντα τὸ µόριον. ἔνιαι δὲ κατὰ δυσκρασίαν γίνονται. καὶ τούτων αὐτῶν τινὲς µὲν ψιλὴν ἄνευ χυµῶν, ἔνιαι δὲ µετὰ χυµῶν. ἐφ’ ἁπάντων µὲν οὖν τῶν εἰρηµένων αἱ κενώσεις τῶν λυπούντων χυµῶν καὶ ἀτµῶν ἀπαλλάττουσι τῶν παθηµάτων τὸν ἄνθρωπον, οὐ µὴν φλεβοτοµίας δεόµεθά γε πάντως, ἀλλ’ ἀρκεῖ καὶ καθῆραι καὶ τρῖψαι καὶ λοῦσαι καὶ χρῖσαι τινὶ δια-φορητικῷ φαρµάκῳ. τίνες οὖν εἰσὶν αἱ διὰ φλεβοτοµίας ὠφελούµεναι διαθέσεις ἐφεξῆς λεγέσθωσαν.

5. Οὐ µόνον ἡ τροφὴ τοῖς τοῦ ζώου µέρεσιν ἐξ αἵµατός ἐστιν, ἀλλὰ καὶ ἡ κατὰ φύσιν θερµασία τὴν διαµονὴν ἐξ αἵµατος ἔχει, καθάπερ ἐκ τῶν ἐπιτηδείων καίεσθαι ξύλων τὸ κατὰ τῆς ἑστίας πῦρ, ὑφ’ οὗ καὶ τοὺς οἴκους ὁρῶµεν ὅλους θερµαινοµένους. ὥσπερ οὖν τὸ πῦρ τοῦτο βλάπτεται ποτὲ µὲν ἀθρόως ξύλων ἐπιβληθέντων αὐτῷ, ποτὲ δ’ εἰ καὶ µὴ πολλῶν, ἀλλ’ ὑγρῶν ἱκανῶς, ἐνίοτε δ’ οὐδ’ ὅλως ἐπιτιθεµένων ἢ παντάπασιν ὀλίγων, οὕτω καὶ ἡ κατὰ τὴν καρδίαν θερµότης ποτὲ µὲν ἐλάττων ἑαυτῆς διά τε πλῆθος αἵµατος ἢ ἔνδειαν πολλὴν ἢ ποιότητα ψυχρὰν ἀποτελεῖται, ποτὲ δὲ πλείων ἤτοι διὰ ποιότητα θερµὴν αἵµατος ἢ δι’ ἔνδειαν ὀλίγην. ὅ τι δ’ ἂν ἡ καρδία πάθοι κατὰ ψύξιν ἢ θερµότητα, τούτου καὶ τἄλλα µέρη τοῦ σώµατος εὐθέως µεταλαµβάνει. γίγνεται δὲ καὶ καθ’ ἕν τι µέρος ἐνίοτε παρὰ φύσιν ἤτοι θερµότης ἢ ψυχρότης, ὡς δέδεικται πολλάκις ἐν ἑτέροις ὑποµνήµασι. καὶ γενέσεις δὲ τούτων ἐν διττῷ τρόπῳ, ποτὲ µὲν ἐπὶ χυµοῖς θερµοῖς ἢ ψυχροῖς, ἐνίο-τε δὲ καὶ κατὰ δυσκρασίαν µόνην. ἀλλ’ αἱ µερικαὶ θερµότητες καὶ ψύξεις, ὅσαι µὲν ἐγγύς εἰσι τῷ πεπονθότι µορίῳ συµµεταβάλλουσιν, εἰς ὅλον δ’ οὐκ ἐκτείνονται τὸ σῶµα πρὶν τὴν καρδίαν ἀλλοιῶσαι. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπεδείχθη καὶ τὸ σῶµα τῆς καρδίας ἀλλοιούµενον διττῶς, ἤτοι κατὰ δυσκρασίαν ἢ διὰ χυµοὺς θερµοὺς ἢ ψυχροὺς ἢ δι’ ἔνδειαν τινὸς αὐτῶν. οἱ χυµοὶ δὲ ἐδείχθησαν θερµοὶ καὶ ψυχροὶ γινόµενοι διά τε τὸ ποσὸν τῶν ἐσθιοµένων τε καὶ πινοµένων καὶ δι’ ἡσυχίας τε καὶ κινήσεις σώµατός τε καὶ ψυχῆς πλείους. ὥσπερ δὲ ἐν τῇ γαστρὶ πολλάκις αἱ πέψεις γίνονται µοχθηραὶ, φλεγµατωδεστέρων ἢ χολωδεστέρων ἀποτελουµένων τῶν ληφθέντων, ἢ τινὰ παρὰ φύσιν ἑτέραν διαφθορὰν ἰσχόντων ἢ ὠµῶν καὶ ἀµεταβλήτων ἄχρι πλείστου µενόντων καὶ πνευµατουµένων, οὕτω καὶ κατὰ τὴν τοῦ αἵµατος γένεσιν ἀποτυγχανοµένων. ἀνάλογον ταῖς ἐπὶ τῆς γαστρὸς ἀποτυχίαις τῆς πέψεως, ἔσονται κατ’ αὐτὰς τὰς ἀρτηρίας καὶ τὰς φλέβας κατὰ τοὺς χυµοὺς διαθέσεις. ἐπεὶ δὲ πάντα τὰ θερµὰ καὶ ὑγρὰ φαίνεται τάχιστα σηπόµενα, καὶ µάλισθ’ ὅταν ἐν θερµοῖς ᾖ χωρίοις, ἀναγκαῖον ἔσται καὶ τὴν ἐκ τῆς κοιλίας ἀναδιδοµένην τροφὴν, ὅταν µὴ κρατῆται καὶ µεταβάλληται πρὸς τῆς φύσεως εἰς γένεσιν αἵµατος χρηστοῦ, σηπεδόνας ἴσχειν ἄλλοτε ἀλλοίας. ἐπεὶ δὲ τοῖς ἐξ ὕλης θερµοῦ σηποµένοις συµβαίνει γίνεσθαι θερµοτέροις, διὰ τοῦτο θερµότερον ἔσται τὸ σηπόµενον αἷµα. τούτου δὲ θερµοτέρου γιγνοµένου καὶ τὸ µόριον ἐν ᾧ σήπεται θερµότερον αἰσθητῶς ἔσται. ἐπεὶ δ’ ὑπὸ τῶν αἰσθητῶς θερµῶν τὰ πλησιάζοντα συνθερµαίνεται, συνθερµανθήσεται τοῖς οὕτω διακειµένοις µορίοις τὰ πέριξ ἅπαντα, δακνώδει καὶ δριµείᾳ δηλονότι θερµασίᾳ, τοιαύτη γὰρ ἡ ἐκ

1 ... 113 114 115 ... 182
Перейти на страницу:

Внимание!

Сайт сохраняет куки вашего браузера. Вы сможете в любой момент сделать закладку и продолжить прочтение книги «Сочинения. Том 5 - Гален Клавдий», после закрытия браузера.

Комментарии и отзывы (0) к книге "Сочинения. Том 5 - Гален Клавдий"