Georgia
Tahoma
Arial
Verdana
Symbol
Интервал:
-
+
Перейти на страницу:
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182
ἐνέργειαν, ἀφύκτοις ἀνάγκαις ἀναγκασθήσεται διὰ τὴν ἐκ τῶν τεττάρων ποιὰν κρᾶσιν ὁµολογῆσαι τὴν ἐνέργειαν ὑπάρχειν αὐτῷ. διὰ τί γὰρ ἡ γαστὴρ περιστέλλεται τοῖς σιτίοις, διὰ τί δ’ αἱ φλέβες αἷµα γεννῶσι, παρὰ τῶν ᾿Ερασιστρατείων ἐδεόµην ἀκοῦσαι. τὸ γὰρ ὅτι περιστέλλεται µόνον αὐτὸ καθ’ ἑαυτὸ γιγνώσκειν οὐδέπω χρηστόν, εἰ µὴ καὶ τὴν αἰτίαν εἰδείηµεν· οὕτω γὰρ ἂν οἶµαι καὶ τὰ σφάλµατα θεραπεύσαιµεν. οὐ µέλει, φασίν, ἡµῖν οὐδὲ πολυπραγµονοῦµεν ἔτι τὰς τοιαύτας αἰτίας· ὑπὲρ ἰατρὸν γάρ εἰσι καὶ τῷ φυσικῷ προσήκουσι. πότερον οὖν οὐδ’ ἀντερεῖτε τῷ φάσκοντι τὴν µὲν εὐκρασίαν τὴν κατὰ φύσιν αἰτίαν εἶναι τῆς ἐνεργείας ἑκάστῳ τῶν ὀργάνων, τὴν δ’ αὖ δυσκρασίαν νόσον τ’ ἤδη καλεῖσθαι καὶ πάντως ὑπ’ αὐτῆς βλάπτεσθαι τὴν ἐνέργειαν; ἢ πεισθήσεσθε ταῖς τῶν παλαιῶν ἀποδείξεσιν; ἢ τρίτον τι καὶ µέσον ἑκατέρου τούτων πράξετε µήθ’ ὡς ἀληθέσι τοῖς λόγοις ἐξ ἀνάγκης πειθόµενοι µήτ’ ἀντιλέγοντες ὡς ψευδέσιν, ἀλλ’ ἀπορητικοί τινες ἐξαίφνης καὶ Πυρρώνειοι γενήσεσθε; καὶ µὴν εἰ τοῦτο δράσετε, τὴν ἐµπειρίαν ἀναγκαῖον ὑµῖν προστήσασθαι. τῷ γὰρ ἂν ἔτι τρόπῳ καὶ τῶν ἰαµάτων εὐποροίητε τὴν οὐσίαν ἑκάστου τῶν νοσηµάτων ἀγνοοῦντες; τί οὖν οὐκ ἐξ ἀρχῆς ἐµπειρικοὺς ὑµᾶς αὐτοὺς ἐκαλέσατε; τί δὲ πράγµαθ’ ἡµῖν παρέχετε φυσικὰς ἐνεργείας ἐπαγγελλόµενοι ζητεῖν ἰάσεως ἕνεκεν; εἰ γὰρ ἀδύνατος ἡ γαστήρ ἐστί τινι περιστέλλεσθαι καὶ τρίβειν, πῶς αὐτὴν εἰς τὸ κατὰ φύσιν ἐπανάξοµεν ἀγνοοῦντες τὴν αἰτίαν τῆς ἀδυναµίας; ἐγὼ µέν φηµι τὴν µὲν ὑπερτεθερµασµένην ἐµψυκτέον ἡµῖν εἶναι, τὴν δ’ ἐψυγµένην θερµαντέον· οὕτω δὲ καὶ τὴν ἐξηρασµένην ὑγραντέον, τὴν δ’ ὑγρασµένην ξηραντέον. ἀλλὰ καὶ κατὰ συζυγίαν, εἰ θερµοτέρα τοῦ κατὰ φύσιν ἅµα καὶ ξηροτέρα τύχοι γεγενηµένη, κεφάλαιον εἶναι τῆς ἰάσεως ἐµψύχειν θ’ ἅµα καὶ ὑγραίνειν· εἰ δ’ αὖ ψυχροτέρα τε καὶ ὑγροτέρα, θερµαίνειν τε καὶ ξηραίνειν κἀπὶ τῶν ἄλλων ὡσαύτως· οἱ δ’ ἀπ’ ᾿Ερασιστράτου τί ποτε καὶ πράξουσιν οὐδ’ ὅλως ζητεῖν τῶν ἐνεργειῶν τὰς αἰτίας ὁµολογοῦντες; ὁ γάρ τοι καρπὸς τῆς περὶ τῶν ἐνεργειῶν ζητήσεως οὗτός ἐστι, τὸ τὰς αἰτίας τῶν δυσκρασιῶν εἰδότα εἰς τὸ κατὰ φύσιν ἐπανάγειν αὐτάς, ὡς αὐτό γε [τοῦτο] µόνον τὸ γνῶναι τὴν ἑκάστου τῶν ὀργάνων ἐνέργειαν ἥτις ἐστὶν οὔπω χρηστὸν εἰς τὰς ἰάσεις. ᾿Ερασίστρατος δέ µοι δοκεῖ καὶ αὐτὸ τοῦτ’ ἀγνοεῖν, ὡς, ἥτις ἂν ἐν τῷ σώµατι διάθεσις βλάπτῃ τὴν ἐνέργειαν µὴ κατά τι συµβεβηκὸς ἀλλὰ πρώτως τε καὶ καθ’ ἑαυτήν, αὕτη τὸ νόσηµά ἐστιν αὐτό. πῶς οὖν ἔτι διαγνωστικός τε καὶ ἰατικὸς ἔσται τῶν νοσηµάτων ἀγνοῶν ὅλως αὐτὰ τίνα τ’ ἐστὶ καὶ πόσα καὶ ποῖα; κατὰ µὲν δὴ τὴν γαστέρα τό γε τοσοῦτον ᾿Ερασίστρατος ἠξίωσε ζητεῖσθαι τὸ πῶς πέττεται τὰ σιτία· τὸ δ’ ἥτις πρώτη τε καὶ ἀρχηγὸς αἰτία τούτου, πῶς οὐκ ἐπεσκέψατο; κατὰ δὲ τὰς φλέβας καὶ τὸ αἷµα καὶ αὐτὸ τὸ πῶς παρέλιπεν. ἀλλ’ οὔθ’ ῾Ιπποκράτης οὔτ’ ἄλλος τις ὧν ὀλίγῳ πρόσθεν ἐµνηµόνευσα φιλοσόφων ἢ ἰατρῶν ἄξιον ᾤετ’ εἶναι παραλιπεῖν· ἀλλὰ τὴν κατὰ φύσιν ἐν ἑκάστῳ ζῴῳ θερµασίαν εὔκρατόν τε καὶ µετρίως ὑγρὰν οὖσαν αἵµατος εἶναί φασι γεννητικὴν καὶ δι’ αὐτό γε τοῦτο καὶ τὸ αἷµα θερµὸν καὶ ὑγρὸν εἶναί φασι τῇ δυνάµει χυµόν, ὥσπερ τὴν ξανθὴν χολὴν θερµὴν καὶ ξηρὰν εἶναι, εἰ καὶ ὅτι µάλισθ’ ὑγρὰ φαίνεται. διαφέρειν γὰρ αὐτοῖς δοκεῖ τὸ κατὰ φαντασίαν ὑγρὸν τοῦ κατὰ δύναµιν. ἢ τίς οὐκ οἶδεν, ὡς ἅλµη µὲν καὶ θάλαττα ταριχεύει τὰ κρέα καὶ ἄσηπτα διαφυλάττει, τὸ δ’ ἄλλο πᾶν ὕδωρ τὸ πότιµον ἑτοίµως διαφθείρει τε καὶ σήπει; τίς δ’ οὐκ οἶδεν, ὡς ξανθῆς χολῆς ἐν τῇ γαστρὶ περιεχοµένης πολλῆς ἀπαύστῳ δίψει συνεχόµεθα καὶ ὡς ἐµέσαντες αὐτὴν εὐθὺς ἄδιψοι γιγνόµεθα µᾶλλον ἢ εἰ πάµπολυ ποτὸν προσηράµεθα; θερµὸς οὖν εὐλόγως ὁ χυµὸς οὗτος εἴρηται καὶ ξηρὸς κατὰ δύναµιν, ὥσπερ γε καὶ τὸ φλέγµα ψυχρὸν καὶ ὑγρόν. ἐναργεῖς γὰρ καὶ περὶ τούτου πίστεις ῾Ιπποκράτει τε καὶ τοῖς ἄλλοις εἴρηνται παλαιοῖς. Πρόδικος δ’ ἐν τῷ περὶ φύσεως ἀνθρώπου γράµµατι τὸ συγκε-καυµένον καὶ οἷον ὑπερωπτηµένον ἐν τοῖς χυµοῖς ὀνοµάζων φλέγµα παρὰ τὸ πεφλέχθαι τῇ λέξει µὲν ἑτέρως χρῆται, φυλάττει µέντοι τὸ πρᾶγµα κατὰ ταὐτὸ τοῖς ἄλλοις. τὴν δ’ ἐν τοῖς ὀνόµασι τἀνδρὸς τούτου καινοτοµίαν ἱκανῶς ἐνδείκνυται καὶ Πλάτων. ἀλλὰ τοῦτό γε τὸ πρὸς ἁπάντων ἀνθρώπων ὀνοµαζόµενον φλέγµα τὸ λευκὸν τὴν χρόαν, ὃ βλένναν ὀνοµάζει Πρόδικος, ὁ ψυχρὸς καὶ ὑγρὸς χυµός ἐστιν οὗτος καὶ πλεῖστος τοῖς τε γέρουσι καὶ τοῖς ὁπωσδήποτε ψυγεῖσιν ἀθροίζεται καὶ οὐδεὶς οὐδὲ µαινόµενος ἂν ἄλλο τι ἢ ψυχρὸν καὶ ὑγρὸν εἴποι ἂν αὐτόν. ἆρ’ οὖν θερµὸς µέν τίς ἐστι καὶ ὑγρὸς χυµὸς καὶ θερµὸς καὶ ξηρὸς ἕτερος καὶ ὑγρὸς καὶ ψυχρὸς ἄλλος, οὐδεὶς δ’ ἐστὶ ψυχρὸς καὶ ξηρὸς τὴν δύναµιν, ἀλλ’ ἡ τετάρτη συζυγία τῶν κράσεων ἐν ἅπασι τοῖς ἄλλοις ὑπάρχουσα µόνοις τοῖς χυµοῖς οὐχ ὑπάρχει; καὶ µὴν ἥ γε µέλαινα χολὴ τοιοῦτός ἐστι χυµός, ὃν οἱ σωφρονοῦντες ἰατροὶ καὶ φιλόσοφοι πλεονεκτεῖν ἔφασαν τῶν µὲν ὡρῶν τοῦ ἔτους ἐν φθινοπώρῳ µάλιστα, τῶν δ’ ἡλικιῶν ἐν ταῖς µετὰ τὴν ἀκµήν. οὕτω δὲ καὶ διαιτήµατα καὶ χωρία καὶ καταστάσεις καὶ νόσους τινὰς ψυχρὰς καὶ ξηρὰς εἶναί φασιν· οὐ γὰρ δὴ χωλὴν ἐν ταύτῃ µόνῃ τῇ συζυγίᾳ τὴν φύσιν εἶναι νοµίζουσιν ἀλλ’ ὥσπερ τὰς ἄλλας τρεῖς οὕτω καὶ τήνδε διὰ πάντων ἐκτετάσθαι. ηὐξάµην οὖν κἀνταῦθ’ ἐρωτῆσαι δύνασθαι τὸν ᾿Ερασίστρατον, εἰ µηδὲν ὄργανον ἡ τεχνικὴ φύσις ἐδηµιούργησε καθαρτικὸν τοῦ τοιούτου χυµοῦ, ἀλλὰ τῶν µὲν οὔρων ἄρα τῆς διακρίσεώς ἐστιν ὄργανα δύο καὶ τῆς ξανθῆς χολῆς ἕτερον οὐ σµικρόν, ὁ δὲ τούτων κακοηθέστερος χυµὸς ἀλᾶται διὰ παντὸς ἐν ταῖς φλεψὶν ἀναµεµιγµένος τῷ αἵµατι. καίτοι “δυσεντερίη”, φησί που ῾Ιπποκράτης, “ἢν ἀπὸ χολῆς µελαίνης ἄρξηται, θανάσιµον”, οὐ µὴν ἥ γ’ ἀπὸ τῆς ξανθῆς χολῆς ἀρχοµένη πάντως ὀλέθριος, ἀλλ’ οἱ πλείους ἐξ αὐτῆς διασῴζονται. τοσούτῳ κακοηθεστέρα τε καὶ δριµυτέρα τὴν δύναµιν ἡ µέλαινα χολὴ τῆς ξανθῆς ἐστιν. ἆρ’ οὖν οὔτε τῶν ἄλλων ἀνέγνω τι τῶν τοῦ ῾Ιπποκράτους γραµµάτων ὁ ᾿Ερασίστρατος οὐδὲν οὔτε τὸ περὶ φύσεως ἀνθρώπου βιβλίον, ἵν’ οὕτως ἀργῶς παρέλθοι τὴν περὶ τῶν χυµῶν ἐπίσκεψιν, ἢ γιγνώσκει µέν, ἑκὼν δὲ παραλείπει καλλίστην τῆς τέχνης θεωρίαν; ἐχρῆν οὖν αὐτὸν µηδὲ περὶ τοῦ σπληνὸς εἰρηκέναι τι µηδ’ ἀσχηµονεῖν ὑπὸ τῆς τεχνικῆς φύσεως ὄργανον τηλικοῦτον µάτην ἡγούµενον κατεσκευάσθαι. καὶ µὴν οὐχ ῾Ιπποκράτης µόνον ἢ Πλάτων, οὐδέν τι χείρους ᾿Ερασιστράτου περὶ φύσιν ἄνδρες, ἕν τι τῶν καθαιρόντων τὸ αἷµα καὶ τοῦτ’ εἶναί φασι τὸ σπλάγχνον, ἀλλὰ καὶ µυρίοι σὺν αὐτοῖς ἄλλοι τῶν παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων, ὧν ἁπάντων προσποιησάµενος ὑπερφρονεῖν ὁ γενναῖος ᾿Ερασίστρατος οὔτ’ ἀντεῖπεν οὔθ’ ὅλως τῆς δόξης αὐτῶν ἐµνηµόνευσε. καὶ µὴν ὅσοις γε
Перейти на страницу:
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182
Внимание!
Сайт сохраняет куки вашего браузера. Вы сможете в любой момент сделать закладку и продолжить прочтение книги «Сочинения. Том 5 - Гален Клавдий», после закрытия браузера.