Топ за месяц!🔥
Книжки » Книги » Разная литература » Сочинения. Том 5 - Гален Клавдий 📕 - Книга онлайн бесплатно

Книга Сочинения. Том 5 - Гален Клавдий

19
0
На нашем литературном портале можно бесплатно читать книгу Сочинения. Том 5 - Гален Клавдий полная версия. Жанр: Разная литература / Медицина. Онлайн библиотека дает возможность прочитать весь текст произведения на мобильном телефоне или десктопе даже без регистрации и СМС подтверждения на нашем сайте онлайн книг knizki.com.

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 164 165 166 ... 182
Перейти на страницу:
ἔµφυτον. ἀδιάπλαστος γάρ τις σὰρξ µαλακὴ παραπλήσιος αἵµατος θρόµβῳ διαδέχεται τὴν πρώτην τοῦ κυήµατος ἰδέαν, ἐν αὐτῇ τινας ἔχουσαν, καθάπερ ῾Ιπποκράτης ὠνόµασεν, οἷον αἱµάλωπας ἐκ τῆς τοῦ σπέρµατος οὐσίας τῆς ἐν αὐτῇ λευκότητος ὑπαρχούσης, ὕστερον δ’ ἐκ πολλῆς τῆς ἀλλοιώσεως συνεχῶς γιγνοµένης ὀστοῦ τις ὑπογραφὴ καὶ χόνδρου καὶ συνδέσµου καὶ νεύρου καὶ ἀρτηρίας καὶ φλεβὸς ἀποτελεῖται, καθ’ ὃν ἤδη χρόνον µένον ἔτι τὸ ἔµφυτον θερµὸν σῶµα τοῖς κυουµένοις ἐστίν, ἀλλὰ πλεῖστον ἀεί τε καὶ µᾶλλόν ἐστιν, ὅσον αὐξάνεται τὰ κυούµενα. τὸ µὲν ἔµφυτον αὐτῶν σῶµα θερµόν, ὅπερ ἦν αἷµα καὶ σπέρµα, µεῖον γίγνεται. ποικιλία δὲ ἐπικτήτων προσγίγνεται σωµάτων. οὐδὲν γὰρ τῶν εἰρηµένων τοῖς ζῴοις ἔµφυτόν ἐστιν, ἀλλ’ ἐπίκτητα πάντα καὶ εἴπερ ὅλον οἷόν τ’ ἦν γενέσθαι ποτὲ ζῷον ὄστινον ἢ νεύρινον, ἐφθείρετ’ ἂν οὕτως τὸ ἔµφυτον θερµόν. ἀλλὰ τοῦτο µὲν ἀδύνατον, ἐπικρατεῖν δὲ τὴν τῶν ὀστῶν καὶ χόνδρων καὶ συνδέσµων καὶ νεύρων καὶ ἀρτηριῶν καὶ φλεβῶν οὐσίαν ἐγχωρεῖ. τὰ γοῦν εἰς ἔσχατον γῆρας ἀφικόµενα τῶν ζῴων ἐλαχίστην ἔχοντα τὴν αἱµατώδη φύσιν ὀλίγου δεῖν ἐξ ὀστῶν µόνων καὶ νεύρων ὑµένων τε καὶ συνδέσµων ἀρτηριῶν τε καὶ φλεβῶν καὶ χόνδρων σύγκειται. ἐκ γὰρ πάντων τῶν τοῦ ζῴου µορίων <µόνη µὲν> ἡ σὰρξ αἱµατώδης ἐστίν, ἣν ἐλαχίστην ἔχει τὰ γεγηρακότα καὶ ταύτην ὀλίγαιµόν τε καὶ σκληράν. τῶν δ’ ἄλλων τῶν εἰρηµένων µορίων οὐδὲν αἱµατῶδες ὑπάρχει. οὔκουν ἁπλῶς χρὴ τῷ τῆς οὐσίας ὄγκῳ µετρεῖν τὸ ποσὸν τοῦ συµφύτου σώµατος, ὅπερ ἐπὶ τῆς δραστικωτάτης τῶν ἐν αὐτῷ ποιοτήτων ἔµφυτον ὠνόµασται θερµόν, ἀλλὰ παραβάλλοντας τοῖς οὐκ ἐµφύτοις σκοπεῖσθαι τὴν ἀναλογίαν. ὡς γὰρ ἐν τῷ βαλανείῳ πολὺν ἀτµὸν ἢ νὴ Δία καπνὸν ἤ τι τοιοῦτον ἕτερον εἶναί φαµεν οὐ [γὰρ] πρὸς τὸ µέγεθος ἀναφέροντες ἁπλῶς τῶν οἴκων, ἀλλὰ πρὸς τὸν οἰκεῖον ἀέρα τῶν βαλανείων, οὕτως καὶ κατὰ τὸν ἄνθρωπον ἐροῦµεν ἤτοι πλείστην εἶναι τὴν οὐσίαν ἢ ὀλίγην τοῦ ἐµφύτου θερµοῦ, παραβάλλοντες τοῖς οὐκ ἐµφύτοις σώµασιν· αἱµατωδέστατα γὰρ ἅπαντα ἔχει τὸ βρέφος ἄχρι <τοῦ> καὶ τοῖς ὀστοῖς ἐµφαίνεσθαί τι τοιοῦτον. ἔµπαλιν δὲ οἱ γέροντες ἀναιµότατα πάντ’ ἔχουσιν ἄχρι τῶν σαρκῶν· καὶ γὰρ ταύταις ἐλάχιστον αἵµατος ὑπάρχει. ἀλλ’ ἢν ἔµφυτον σῶµα θερµὸν <ᾖ> τὸ αἷµα, περαίνοιτ’ ἂν ἡµῖν ἐκ τῶνδε πλεῖστον µὲν εἶναι τὸ ἔµφυτον θερµὸν σῶµα τοῖς αὐξανοµένοις, ἐλάχιστον δὲ τοῖς γεγηρακόσιν· οὕτω δὲ καὶ τὸ σπέρµα συγκείµενον ἔκ τε τῆς ὀρρώδους ὑγρότητος καὶ τοῦ πνεύµατος, οὗ κατ’ αὐτὴν ἐλάχιστον µὲν ἐν τοῖς γεγηρακόσι, πλεῖστον δ’ ἐστὶν ἐν τοῖς τῶν αὐξανοµένων σώµασι, καὶ τούτων µάλιστα ἐν τοῖς νεωτάτοις, ὡς ἐν τοῖς Περὶ σπέρµατος ὑποµνήµασιν ἐπεδείξαµεν, εἰ γοῦν ἀπορήσεις, εἰ ῥᾳδίως ἀναλίσκεται καὶ διαρρεῖ τὸ σῶµα τῶν αὐξανοµένων. καὶ µὴν ἐπί γε τῶν ἄλλων οὐκ ἀγνοεῖς ὕδωρ µὲν θερµὸν ἢ ἔλαιον ἤ τι τῶν οὕτως ὑγρῶν ἐλαχίστῳ χρόνῳ διαφορούµενον ὅλον, οὔτε δὲ γῆν οὔτε λίθον οὔτ’ ἄλλο τῶν ψυχρῶν φύσει καὶ ξηρῶν. δύο µὲν γάρ εἰσιν ἐν ἅπασι τοῖς οὖσιν ἐπιτηδειόταται ποιότητες εἰς διαφόρησιν, ὑγρότης καὶ θερµότης, δύο δὲ ἔµπαλιν εἰς διαµονήν, ξηρότης τε καὶ ψυχρότης, ὥστ’ οὐδὲν θαυµαστόν, εἰ τὰ µὲν τῶν παιδίων σώµατα διά τε τὴν ὑγρότητα καὶ θερµότητα ῥᾳδίως διαπνεῖται, τὰ δὲ τῶν γερόντων οὐ ῥᾳδίως ὑπὸ ξηρότητος καὶ ψύξεως πεπηγυῖαν ἐχόντων τὴν οὐσίαν.

ὥστ’, ὦ βέλτιστε Λύκε, περὶ ὧν ἐχρῆν ἐπιτιµηθῆναί σε, περὶ τούτων ἐγκαλεῖς. ἀγνοῶν γοῦν ἐφάνης ἕν τι τῶν πρώτων µαθηµάτων, ὃ µηδεὶς τῶν εἰσηγµένων νοµίµως ἀγνοεῖ. πολλὴν µὲν γὰρ οὐσίαν ἁπλῆν ὁ τοῦ σώµατος ὄγκος κρίνει, σύνθετον δὲ ἐκ διαφερόντων ὑπάρχουσαν ἡ τῶν µιχθέντων ἀναλογία, καθάπερ καὶ τὸν ἐγκέφαλον ἤ τι τῶν ἄλλων µορίων. οὕτω γοῦν καὶ οἱ µειγνύντες οἶνον ὕδατι τοῦ πιεῖν ἕνεκεν ἤτοι πλείονα τὸν οἶνον λέγουσιν ἢ τὸ ὕδωρ ἢ οὐδέτερον, ὅταν εἰς συµµετρίαν κράσεως ἥκωσιν. ἔµπληκτος δ’ οὐδεὶς οὕτως ἐστίν, ὡς ἐµβαλὼν εἰς οἴνου πίθον ὕδατος κοτύλην πλέον εἶναι λέγειν ἐν τῷ πίθῳ τὸ ὕδωρ τοῦ κατὰ τὸ µικρὸν ποτήριον, ὅταν, <εἰ> οὕτως ἔτυχεν, ἐν ἐκείνῳ τριῶν ὄντων κυάθων ὁ µὲν εἷς ὕδατος, οἱ δὲ δύο ὑπάρχωσιν οἴνου. Λύκος δέ, ὡς οἶµαι, καὶ τὴν τετραφάρµακον ὀνοµαζοµένην δύναµιν ἐκ κηροῦ καὶ στέατος καὶ πίττης καὶ ῥητίνης ἴσων ἁπάντων συντεθειµένων οὐ φήσει πλείονα τὴν πίτταν ἔχειν, ἐὰν διπλασίαν τις ἐµβάλῃ τῶν ἄλλων. ἀλλὰ κἀνταῦθα ἐπισκέψεται, πότερον πίθος ὅλος ἐστὶ µεστὸς τῆς τετραφαρµάκου δυνάµεως ἢ µικρόν τι λεκάριον, εἶτα τὸν πίθον ἐρεῖ πολὺ πλείονα τὴν πίτταν ἔχειν τοῦ λεκαρίου, κἂν ὁ µὲν ἐξ ἴσων ᾖ τῶν τεττάρων, ἡ πίττα δ’ ὑπάρχῃ διπλασία τῶν ἄλλων ἐν τῷ λεκαρίῳ. τοιγαροῦν ἅπαντα τὰ τοιαῦτα ἁµαρτήµατα τῶν πολλῶν µὴ δυναµένων † ἐστὶ διακρῖναι τὸ κατ’ ἀναλογίαν καὶ µίξιν πολὺ τοῦ κατὰ τὸ κοινὸν µέτρον ἁπλῶς οὕτω λεγοµένου, οὐ κατὰ τὸν αὐτὸν τρόπον, ἐφ’ ὃν ὁ Λύκος ἐνεκάλεσεν ῾Ιπποκράτει; ἥ τε γὰρ οὐσία τοῦ ἐµφύτου θερµοῦ πλείστη τοῖς αὐξανοµένοις ἐστὶν ὡς πρὸς τὴν τῶν ἄλλων ἀναλογίαν, ἥ τε σὺν αὐτῇ ποιότης ὡσαύτως, ἐπειδήπερ ἀχώριστοι τῶν οὐσιῶν εἰσιν αἱ οἰκεῖαι ποιότητες, ὥσπερ γε <αὐ>τῶν καὶ αἱ δυνάµεις. οὕτω γοῦν κἂν εἰς τὴν τετραφάρµακον ἐµβάλῃς πλείονα τῆς τῶν ἄλλων ἀναλογίας τὴν πίτταν, οὐ τὴν οὐσίαν µόνον αὐτῆς, ἀλλὰ καὶ τὴν ποιότητα καὶ τὴν δύναµιν ἐρεῖς ἐνεῖναι πλείονα καὶ διὰ τοῦτο καὶ τὸ ὑγρὸν µέρος τῆς πίττης ηὐξῆσθαι. δῆλον οὖν ὅτι κατὰ τὰ τρία τοῦ πολλοῦ σηµαινόµενα τὰ πρὸς τοῦ Λύκου γεγραµµένα πλείων ἥ τε πίττα λεχθήσεται κατὰ τὴν τετραφάρµακον εἶναι τό τ’ ἔµφυτον θερµὸν τοῖς ζῴοις, ἔτι δὲ µᾶλλον, ἐφ’ ὧν οὐ κέκραται δι’ ὅλων ἀλλήλων ὅλα τὰ µειγνύµενα, κατάδηλόν ἐστι τὸ κατὰ τοὺς τρεῖς τρόπους οὓς ὁ Λύκος εἶπεν ἕτερον ἑτέρου λέγεσθαι πλέον, ὥσπερ ἐπὶ τοῦδε τοῦ φαρµάκου τῶν συνηθεστάτων ὄντος, ὃ σύγκειται µὲν ἐξ ἴρεως καὶ ἀριστολοχίας καὶ τοῦ τῶν ὀρόβων ἀλεύρου καὶ λιβανωτοῦ, πάντων ἀλλήλοις ἴσων τῷ σταθµῷ, δύναιτ’ ἄν τις τὸ ἓν ἐξ αὐτῶν διπλάσιον ἐργασάµενος ἀναµεῖξαι τοῖς ἄλλοις ἴσοις, οἷον, εἰ τύχοι, τὴν ἀριστολοχίαν. ἀληθὲς οὖν ἐστι κατὰ τὴν αὐτῶν µίξιν εἰπεῖν, ὅτι καὶ τῇ οὐσίᾳ καὶ τῇ ποιότητι καὶ τῇ ἐνεργείᾳ πλείων ἐστὶ καὶ κρατεῖ τῶν ἄλλων ἡ ἀριστολοχία. ταὐτὸν δὴ τοῦτο κἀπὶ τοῦ βαλανείου τις <ἂν> εἴποι µὴ µόνον ἔχοντος ἐν ἑαυτῷ τὸν εὐκρατότατον ἀέρα, προσειληφότος δέ τι καὶ καπνοῦ καὶ ἀτµοῦ. δύναται γὰρ ἐκ τούτων ποτὲ µὲν ὁ καπνὸς εἶναι πλείων, ποτὲ δὲ ὁ ἀτµός, ὥσπερ γε καὶ ὁ κατὰ φύσιν ἀὴρ τοῦ βαλανείου. τὸ δ’ ἁπλῶς οὕτως πλέον κατὰ τὴν τῆς οὐσίας ὑπεροχὴν λέγοµεν ᾧ καὶ τὴν ποιότητα συναύξεσθαι

1 ... 164 165 166 ... 182
Перейти на страницу:

Внимание!

Сайт сохраняет куки вашего браузера. Вы сможете в любой момент сделать закладку и продолжить прочтение книги «Сочинения. Том 5 - Гален Клавдий», после закрытия браузера.

Комментарии и отзывы (0) к книге "Сочинения. Том 5 - Гален Клавдий"